sexta-feira, 7 de outubro de 2011

Phd: Apparatus da 1ª sessão.


Defining
apud TLG.
  1. Plato
Charmides: Charmides: 163d, 
(d.)   Ὦ Κριτία, ἦν δ’ ἐγώ, καὶ εὐθὺς ἀρχομένου σου σχεδὸν
ἐμάνθανον τὸν λόγον, ὅτι τὰ οἰκεῖά τε καὶ τὰ αὑτοῦ ἀγαθὰ
καλοίης, καὶ τὰς τῶν ἀγαθῶν ποιήσεις πράξεις· καὶ γὰρ
Προδίκου μυρία τινὰ ἀκήκοα περὶ ὀνομάτων διαιροῦντος.
ἀλλ’ ἐγώ σοι τίθεσθαι μὲν τῶν ὀνομάτων δίδωμι ὅπῃ ἂν (5)
βούλῃ ἕκαστον· δήλου δὲ μόνον ἐφ’ ὅτι ἂν φέρῃς τοὔνομα
ὅτι ἂν λέγῃς. νῦν οὖν πάλιν ἐξ ἀρχῆς σαφέστερον ὅρισαι·
(e.) ἆρα τὴν τῶν ἀγαθῶν πρᾶξιν ἢ ποίησιν ἢ ὅπως σὺ βούλει
ὀνομάζειν, ταύτην λέγεις σὺ σωφροσύνην εἶναι;
Cratylus: 383a-b, 
(a.)   {ΕΡΜ.} Βούλει οὖν καὶ Σωκράτει τῷδε ἀνακοινωσώμεθα
τὸν λόγον;
  {ΚΡ.} Εἴ σοι δοκεῖ.
  {ΕΡΜ.} Κρατύλος φησὶν ὅδε, ὦ Σώκρατες, ὀνόματος
ὀρθότητα εἶναι ἑκάστῳ τῶν ὄντων φύσει πεφυκυῖαν, καὶ οὐ (5)
τοῦτο εἶναι ὄνομα ὃ ἄν τινες συνθέμενοι καλεῖν καλῶσι, τῆς
αὑτῶν φωνῆς μόριον ἐπιφθεγγόμενοι, ἀλλὰ ὀρθότητά τινα τῶν
(b.) ὀνομάτων πεφυκέναι καὶ Ἕλλησι καὶ βαρβάροις τὴν αὐτὴν
ἅπασιν. ἐρωτῶ οὖν αὐτὸν ἐγὼ εἰ αὐτῷ Κρατύλος τῇ ἀληθείᾳ
ὄνομα [ἐστὶν ἢ οὔ]· ὁ δὲ ὁμολογεῖ.
Euthydemus 277e-278a
νῦν οὖν νόμισον τὰ
πρῶτα τῶν ἱερῶν ἀκούειν τῶν σοφιστικῶν. πρῶτον γάρ,
ὥς φησι Πρόδικος, περὶ ὀνομάτων ὀρθότητος μαθεῖν δεῖ·
ὃ δὴ καὶ ἐνδείκνυσθόν σοι τὼ ξένω, ὅτι οὐκ ᾔδησθα τὸ (5)
μανθάνειν ὅτι οἱ ἄνθρωποι καλοῦσι μὲν ἐπὶ τῷ τοιῷδε, ὅταν
τις ἐξ ἀρχῆς μηδεμίαν ἔχων ἐπιστήμην περὶ πράγματός
278.
(a.) τινος ἔπειτα ὕστερον αὐτοῦ λαμβάνῃ τὴν ἐπιστήμην, καλοῦσι
δὲ ταὐτὸν τοῦτο καὶ ἐπειδὰν ἔχων ἤδη τὴν ἐπιστήμην ταύτῃ
τῇ ἐπιστήμῃ ταὐτὸν τοῦτο πρᾶγμα ἐπισκοπῇ ἢ πραττόμενον
ἢ λεγόμενον—μᾶλλον μὲν αὐτὸ συνιέναι καλοῦσιν ἢ μαν-
θάνειν, ἔστι δ’ ὅτε καὶ μανθάνειν—σὲ δὲ τοῦτο, ὡς οὗτοι (5)
ἐνδείκνυνται, διαλέληθεν, ταὐτὸν ὄνομα ἐπ’ ἀνθρώποις ἐναν- @1
τίως ἔχουσιν κείμενον, τῷ τε εἰδότι καὶ ἐπὶ τῷ μή·
Meno, 96d6, 
(d.)   {ΜΕΝ.} Οὐκ ἔοικεν, εἴπερ ὀρθῶς ἡμεῖς ἐσκέμμεθα. ὥστε
καὶ θαυμάζω δή, ὦ Σώκρατες, πότερόν ποτε οὐδ’ εἰσὶν ἀγαθοὶ
ἄνδρες, ἢ τίς ἂν εἴη τρόπος τῆς γενέσεως τῶν ἀγαθῶν
γιγνομένων.
  {ΣΩ.} Κινδυνεύομεν, ὦ Μένων, ἐγώ τε καὶ σὺ φαῦλοί τινες (5)
εἶναι ἄνδρες, καὶ σέ τε Γοργίας οὐχ ἱκανῶς πεπαιδευκέναι
καὶ ἐμὲ Πρόδικος. παντὸς μᾶλλον οὖν προσεκτέον τὸν νοῦν
ἡμῖν αὐτοῖς, καὶ ζητητέον ὅστις ἡμᾶς ἑνί γέ τῳ τρόπῳ βελτίους
(e.) ποιήσει· λέγω δὲ ταῦτα ἀποβλέψας πρὸς τὴν ἄρτι ζήτησιν,
ὡς ἡμᾶς ἔλαθεν καταγελάστως ὅτι οὐ μόνον ἐπιστήμης
ἡγουμένης ὀρθῶς τε καὶ εὖ τοῖς ἀνθρώποις πράττεται τὰ
πράγματα, ᾗ ἴσως καὶ διαφεύγει ἡμᾶς τὸ γνῶναι τίνα ποτὲ
τρόπον γίγνονται οἱ ἀγαθοὶ ἄνδρες. (5)
Phaedon: 78d,  Οὐκοῦν ἅπερ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχει, ταῦτα
μάλιστα εἰκὸς εἶναι τὰ ἀσύνθετα, τὰ δὲ ἄλλοτ’ ἄλλως καὶ
μηδέποτε κατὰ ταὐτά, ταῦτα δὲ σύνθετα;
  Ἔμοιγε δοκεῖ οὕτως.
  Ἴωμεν δή, ἔφη, ἐπὶ ταὐτὰ ἐφ’ ἅπερ ἐν τῷ ἔμπροσθεν (10)
(d.) λόγῳ. αὐτὴ ἡ οὐσία ἧς λόγον δίδομεν τοῦ εἶναι καὶ ἐρω-
τῶντες καὶ ἀποκρινόμενοι, πότερον ὡσαύτως ἀεὶ ἔχει κατὰ
ταὐτὰ ἢ ἄλλοτ’ ἄλλως; αὐτὸ τὸ ἴσον, αὐτὸ τὸ καλόν, αὐτὸ
ἕκαστον ὃ ἔστιν, τὸ ὄν, μή ποτε μεταβολὴν καὶ ἡντινοῦν
ἐνδέχεται; ἢ ἀεὶ αὐτῶν ἕκαστον ὃ ἔστι, μονοειδὲς ὂν αὐτὸ (5)
καθ’ αὑτό, ὡσαύτως κατὰ ταὐτὰ ἔχει καὶ οὐδέποτε οὐδαμῇ
οὐδαμῶς ἀλλοίωσιν οὐδεμίαν ἐνδέχεται;
  Ὡσαύτως, ἔφη, ἀνάγκη, ὁ Κέβης, κατὰ ταὐτὰ ἔχειν, ὦ
Σώκρατες.
  Τί δὲ τῶν πολλῶν καλῶν, οἷον ἀνθρώπων ἢ ἵππων ἢ (10)
(e.) ἱματίων ἢ ἄλλων ὡντινωνοῦν τοιούτων, ἢ ἴσων [ἢ καλῶν] ἢ
πάντων τῶν ἐκείνοις ὁμωνύμων; ἆρα κατὰ ταὐτὰ ἔχει, ἢ πᾶν
τοὐναντίον ἐκείνοις οὔτε αὐτὰ αὑτοῖς οὔτε ἀλλήλοις οὐδέποτε
ὡς ἔπος εἰπεῖν οὐδαμῶς κατὰ ταὐτά;
  Οὕτως αὖ, ἔφη ὁ Κέβης, ταῦτα· οὐδέποτε ὡσαύτως ἔχει. (5)
διὰ τοῦ ἀκούειν ἢ δι’ ἄλλης τινὸς αἰσθήσεως—τοῦτο γάρ
ἐστιν τὸ διὰ τοῦ σώματος, τὸ δι’ αἰσθήσεως σκοπεῖν τι— @1 (5)
τότε μὲν ἕλκεται ὑπὸ τοῦ σώματος εἰς τὰ οὐδέποτε κατὰ
ταὐτὰ ἔχοντα, καὶ αὐτὴ πλανᾶται καὶ ταράττεται καὶ εἰλιγγιᾷ
ὥσπερ μεθύουσα, ἅτε τοιούτων ἐφαπτομένη;
  Πάνυ γε.
(d.)   Ὅταν δέ γε αὐτὴ καθ’ αὑτὴν σκοπῇ, ἐκεῖσε οἴχεται εἰς
τὸ καθαρόν τε καὶ ἀεὶ ὂν καὶ ἀθάνατον καὶ ὡσαύτως ἔχον,
καὶ ὡς συγγενὴς οὖσα αὐτοῦ ἀεὶ μετ’ ἐκείνου τε γίγνεται,
ὅτανπερ αὐτὴ καθ’ αὑτὴν γένηται καὶ ἐξῇ αὐτῇ, καὶ πέπαυταί
τε τοῦ πλάνου καὶ περὶ ἐκεῖνα ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἔχει, (5)
ἅτε τοιούτων ἐφαπτομένη· καὶ τοῦτο αὐτῆς τὸ πάθημα φρό-
νησις κέκληται;
Phaedro: 265d-e{ΣΩ.} Εἰς μίαν τε ἰδέαν συνορῶντα ἄγειν τὰ πολλαχῇ
διεσπαρμένα, ἵνα ἕκαστον ὁριζόμενος δῆλον ποιῇ περὶ οὗ ἂν
ἀεὶ διδάσκειν ἐθέλῃ. ὥσπερ τὰ νυνδὴ περὶ Ἔρωτος—ὃ ἔστιν (5)
ὁρισθέν—εἴτ’ εὖ εἴτε κακῶς ἐλέχθη, τὸ γοῦν σαφὲς καὶ τὸ
αὐτὸ αὑτῷ ὁμολογούμενον διὰ ταῦτα ἔσχεν εἰπεῖν ὁ λόγος.
  {ΦΑΙ.} Τὸ δ’ ἕτερον δὴ εἶδος τί λέγεις, ὦ Σώκρατες;
(e.)   {ΣΩ.} Τὸ πάλιν κατ’ εἴδη δύνασθαι διατέμνειν κατ’ ἄρθρα
ᾗ πέφυκεν, καὶ μὴ ἐπιχειρεῖν καταγνύναι μέρος μηδέν, κακοῦ
μαγείρου τρόπῳ χρώμενον· ἀλλ’ ὥσπερ ἄρτι τὼ λόγω τὸ
μὲν ἄφρον τῆς διανοίας ἕν τι κοινῇ εἶδος ἐλαβέτην, ὥσπερ
266.
(a.) δὲ σώματος ἐξ ἑνὸς διπλᾶ καὶ ὁμώνυμα πέφυκε, σκαιά, τὰ δὲ
δεξιὰ κληθέντα, οὕτω καὶ τὸ τῆς παρανοίας ὡς <ἓν> ἐν ἡμῖν
πεφυκὸς εἶδος ἡγησαμένω τὼ λόγω, ὁ μὲν τὸ ἐπ’ ἀριστερὰ
αὐτοῖς ἐφευρὼν ὀνομαζόμενον σκαιόν τινα ἔρωτα ἐλοιδόρησεν (5)
μάλ’ ἐν δίκῃ, ὁ δ’ εἰς τὰ ἐν δεξιᾷ τῆς μανίας ἀγαγὼν ἡμᾶς,
ὁμώνυμον μὲν ἐκείνῳ, θεῖον δ’ αὖ τινα ἔρωτα ἐφευρὼν καὶ
(b.) προτεινάμενος ἐπῄνεσεν ὡς μεγίστων αἴτιον ἡμῖν ἀγαθῶν.
  {ΦΑΙ.} Ἀληθέστατα λέγεις.
Protagoras: 341a4 Ὁ μὲν οὖν Πρόδικος ἀκούσας ταῦτα ἐπῄνεσέν με· ὁ δὲ
Πρωταγόρας, Τὸ ἐπανόρθωμά σοι, ἔφη, ὦ Σώκρατες, μεῖζον
ἁμάρτημα ἔχει ἢ ὃ ἐπανορθοῖς.
  Καὶ ἐγὼ εἶπον· Κακὸν ἄρα μοι εἴργασται, ὡς ἔοικεν, ὦ
(e.) Πρωταγόρα, καὶ εἰμί τις γελοῖος ἰατρός· ἰώμενος μεῖζον τὸ
νόσημα ποιῶ.
  Ἀλλ’ οὕτως ἔχει, ἔφη.
  Πῶς δή; ἦν δ’ ἐγώ.
  Πολλὴ ἄν, ἔφη, ἀμαθία εἴη τοῦ ποιητοῦ, εἰ οὕτω φαῦλόν (5)
τί φησιν εἶναι τὴν ἀρετὴν ἐκτῆσθαι, ὅ ἐστιν πάντων χαλε-
πώτατον, ὡς ἅπασιν δοκεῖ ἀνθρώποις.
  Καὶ ἐγὼ εἶπον· Νὴ τὸν Δία, εἰς καιρόν γε παρατετύχηκεν
ἡμῖν ἐν τοῖς λόγοις Πρόδικος ὅδε. κινδυνεύει γάρ τοι, ὦ
341.
(a.) Πρωταγόρα, ἡ Προδίκου σοφία θεία τις εἶναι πάλαι, ἤτοι
ἀπὸ Σιμωνίδου ἀρξαμένη, ἢ καὶ ἔτι παλαιοτέρα. σὺ δὲ
ἄλλων πολλῶν ἔμπειρος ὢν ταύτης ἄπειρος εἶναι φαίνῃ, οὐχ
ὥσπερ ἐγὼ ἔμπειρος διὰ τὸ μαθητὴς εἶναι Προδίκου τουτουΐ·
καὶ νῦν μοι δοκεῖς οὐ μανθάνειν ὅτι καὶ τὸ “χαλεπὸν” τοῦτο (5)
ἴσως οὐχ οὕτως Σιμωνίδης ὑπελάμβανεν ὥσπερ σὺ ὑπολαμ-
βάνεις, ἀλλ’ ὥσπερ περὶ τοῦ “δεινοῦ” Πρόδικός με οὑτοσὶ
νουθετεῖ ἑκάστοτε, ὅταν ἐπαινῶν ἐγὼ ἢ σὲ ἢ ἄλλον τινὰ
λέγω ὅτι Πρωταγόρας σοφὸς καὶ δεινός ἐστιν ἀνήρ, ἐρωτᾷ
(b.) εἰ οὐκ αἰσχύνομαι τἀγαθὰ δεινὰ καλῶν. τὸ γὰρ δεινόν,
φησίν, κακόν ἐστιν· οὐδεὶς γοῦν λέγει ἑκάστοτε “δεινοῦ
πλούτου” οὐδὲ “δεινῆς εἰρήνης” οὐδὲ “δεινῆς ὑγιείας,” ἀλλὰ
“δεινῆς νόσου” καὶ “δεινοῦ πολέμου” καὶ “δεινῆς πενίας,”
ὡς τοῦ δεινοῦ κακοῦ ὄντος. ἴσως οὖν καὶ τὸ “χαλεπὸν” αὖ οἱ (5)
Κεῖοι καὶ ὁ Σιμωνίδης ἢ κακὸν ὑπολαμβάνουσι ἢ ἄλλο τι
ὃ σὺ οὐ μανθάνεις· ἐρώμεθα οὖν Πρόδικον—δίκαιον γὰρ τὴν
Σιμωνίδου φωνὴν τοῦτον ἐρωτᾶν—τί ἔλεγεν, ὦ Πρόδικε, τὸ
(c.) “χαλεπὸν” Σιμωνίδης;
  Κακόν, ἔφη. @1
  Διὰ ταῦτ’ ἄρα καὶ μέμφεται, ἦν δ’ ἐγώ, ὦ Πρόδικε, τὸν
Πιττακὸν λέγοντα χαλεπὸν ἐσθλὸν ἔμμεναι, ὥσπερ ἂν
εἰ ἤκουεν αὐτοῦ λέγοντος ὅτι ἐστὶν κακὸν ἐσθλὸν ἔμμεναι. (5)
  Ἀλλὰ τί οἴει, ἔφη, λέγειν, ὦ Σώκρατες, Σιμωνίδην ἄλλο
ἢ τοῦτο, καὶ ὀνειδίζειν τῷ Πιττακῷ ὅτι τὰ ὀνόματα οὐκ ἠπί-
στατο ὀρθῶς διαιρεῖν ἅτε Λέσβιος ὢν καὶ ἐν φωνῇ βαρβάρῳ
τεθραμμένος;
  Ἀκούεις δή, ἔφην ἐγώ, ὦ Πρωταγόρα, Προδίκου τοῦδε. (10)
(d.) ἔχεις τι πρὸς ταῦτα λέγειν;
  Καὶ ὁ Πρωταγόρας, Πολλοῦ γε δεῖ, ἔφη, οὕτως ἔχειν, ὦ
Πρόδικε· ἀλλ’ ἐγὼ εὖ οἶδ’ ὅτι καὶ Σιμωνίδης τὸ “χαλεπὸν”
ἔλεγεν ὅπερ ἡμεῖς οἱ ἄλλοι, οὐ τὸ κακόν, ἀλλ’ ὃ ἂν μὴ
ῥᾴδιον ᾖ ἀλλὰ διὰ πολλῶν πραγμάτων γίγνηται. (
Philebus: 16a-17a,(d.)   {ΣΩ.} Εἶεν· πόθεν οὖν τις ταύτης ἄρξηται πολλῆς οὔσης
καὶ παντοίας περὶ τὰ ἀμφισβητούμενα μάχης; ἆρ’ ἐνθένδε;
  {ΠΡΩ.} Πόθεν;
  {ΣΩ.} Φαμέν που ταὐτὸν ἓν καὶ πολλὰ ὑπὸ λόγων γιγνό- @1
μενα περιτρέχειν πάντῃ καθ’ ἕκαστον τῶν λεγομένων ἀεί, (5)
καὶ πάλαι καὶ νῦν. καὶ τοῦτο οὔτε μὴ παύσηταί ποτε οὔτε
ἤρξατο νῦν, ἀλλ’ ἔστι τὸ τοιοῦτον, ὡς ἐμοὶ φαίνεται, τῶν
λόγων αὐτῶν ἀθάνατόν τι καὶ ἀγήρων πάθος ἐν ἡμῖν· ὁ δὲ
πρῶτον αὐτοῦ γευσάμενος ἑκάστοτε τῶν νέων, ἡσθεὶς ὥς
(e.) τινα σοφίας ηὑρηκὼς θησαυρόν, ὑφ’ ἡδονῆς ἐνθουσιᾷ τε καὶ
πάντα κινεῖ λόγον ἅσμενος, τοτὲ μὲν ἐπὶ θάτερα κυκλῶν καὶ
συμφύρων εἰς ἕν, τοτὲ δὲ πάλιν ἀνειλίττων καὶ διαμερίζων,
εἰς ἀπορίαν αὑτὸν μὲν πρῶτον καὶ μάλιστα καταβάλλων,
δεύτερον δ’ ἀεὶ τὸν ἐχόμενον, ἄντε νεώτερος ἄντε πρεσβύτερος (5)
ἄντε ἧλιξ ὢν τυγχάνῃ, φειδόμενος οὔτε πατρὸς οὔτε μητρὸς
16.
(a.) οὔτε ἄλλου τῶν ἀκουόντων οὐδενός, ὀλίγου δὲ καὶ τῶν ἄλλων
ζῴων, οὐ μόνον τῶν ἀνθρώπων, ἐπεὶ βαρβάρων γε οὐδενὸς
ἂν φείσαιτο, εἴπερ μόνον ἑρμηνέα ποθὲν ἔχοι.
  {ΠΡΩ.} Ἆρ’, ὦ Σώκρατες, οὐχ ὁρᾷς ἡμῶν τὸ πλῆθος, ὅτι
νέοι πάντες ἐσμέν, καὶ οὐ φοβῇ μή σοι μετὰ Φιλήβου (5)
συνεπιθώμεθα, ἐὰν ἡμᾶς λοιδορῇς; ὅμως δὲ μανθάνομεν γὰρ
ὃ λέγεις, εἴ τις τρόπος ἔστι καὶ μηχανὴ τὴν μὲν τοιαύτην
ταραχὴν ἡμῖν ἔξω τοῦ λόγου εὐμενῶς πως ἀπελθεῖν, ὁδὸν δέ
(b.) τινα καλλίω ταύτης ἐπὶ τὸν λόγον ἀνευρεῖν, σύ τε προθυμοῦ
τοῦτο καὶ ἡμεῖς συνακολουθήσομεν εἰς δύναμιν· οὐ γὰρ
σμικρὸς ὁ παρὼν λόγος, ὦ Σώκρατες.
  {ΣΩ.} Οὐ γὰρ οὖν, ὦ παῖδες, ὥς φησιν ὑμᾶς προσαγο-
ρεύων Φίληβος. οὐ μὴν ἔστι καλλίων ὁδὸς οὐδ’ ἂν γένοιτο (5)
ἧς ἐγὼ ἐραστὴς μέν εἰμι ἀεί, πολλάκις δέ με ἤδη διαφυ-
γοῦσα ἔρημον καὶ ἄπορον κατέστησεν. {ΠΡΩ.} Τίς αὕτη; λεγέσθω μόνον.
(c.)   {ΣΩ.} Ἣν δηλῶσαι μὲν οὐ πάνυ χαλεπόν, χρῆσθαι δὲ
παγχάλεπον· πάντα γὰρ ὅσα τέχνης ἐχόμενα ἀνηυρέθη
πώποτε διὰ ταύτης φανερὰ γέγονε. σκόπει δὲ ἣν λέγω. @1
  {ΠΡΩ.} Λέγε μόνον.
  {ΣΩ.} Θεῶν μὲν εἰς ἀνθρώπους δόσις, ὥς γε καταφαίνεται (5)
ἐμοί, ποθὲν ἐκ θεῶν ἐρρίφη διά τινος Προμηθέως ἅμα
φανοτάτῳ τινὶ πυρί· καὶ οἱ μὲν παλαιοί, κρείττονες ἡμῶν
καὶ ἐγγυτέρω θεῶν οἰκοῦντες, ταύτην φήμην παρέδοσαν,
ὡς ἐξ ἑνὸς μὲν καὶ πολλῶν ὄντων τῶν ἀεὶ λεγομένων εἶναι,
πέρας δὲ καὶ ἀπειρίαν ἐν αὑτοῖς σύμφυτον ἐχόντων. δεῖν (10)
(d.) οὖν ἡμᾶς τούτων οὕτω διακεκοσμημένων ἀεὶ μίαν ἰδέαν περὶ
παντὸς ἑκάστοτε θεμένους ζητεῖν—εὑρήσειν γὰρ ἐνοῦσαν—
ἐὰν οὖν μεταλάβωμεν, μετὰ μίαν δύο, εἴ πως εἰσί, σκοπεῖν,
εἰ δὲ μή, τρεῖς ἤ τινα ἄλλον ἀριθμόν, καὶ τῶν ἓν ἐκείνων
ἕκαστον πάλιν ὡσαύτως, μέχριπερ ἂν τὸ κατ’ ἀρχὰς ἓν μὴ (5)
ὅτι ἓν καὶ πολλὰ καὶ ἄπειρά ἐστι μόνον ἴδῃ τις, ἀλλὰ καὶ
ὁπόσα· τὴν δὲ τοῦ ἀπείρου ἰδέαν πρὸς τὸ πλῆθος μὴ προσ-
φέρειν πρὶν ἄν τις τὸν ἀριθμὸν αὐτοῦ πάντα κατίδῃ τὸν
(e.) μεταξὺ τοῦ ἀπείρου τε καὶ τοῦ ἑνός, τότε δ’ ἤδη τὸ ἓν
ἕκαστον τῶν πάντων εἰς τὸ ἄπειρον μεθέντα χαίρειν ἐᾶν.
οἱ μὲν οὖν θεοί, ὅπερ εἶπον, οὕτως ἡμῖν παρέδοσαν σκοπεῖν
καὶ μανθάνειν καὶ διδάσκειν ἀλλήλους· οἱ δὲ νῦν τῶν ἀν-
17.
(a.) θρώπων σοφοὶ ἓν μέν, ὅπως ἂν τύχωσι, καὶ πολλὰ θᾶττον
καὶ βραδύτερον ποιοῦσι τοῦ δέοντος, μετὰ δὲ τὸ ἓν ἄπειρα
εὐθύς, τὰ δὲ μέσα αὐτοὺς ἐκφεύγει—οἷς διακεχώρισται τό τε
διαλεκτικῶς πάλιν καὶ τὸ ἐριστικῶς ἡμᾶς ποιεῖσθαι πρὸς
ἀλλήλους τοὺς λόγους. (5)
  {ΠΡΩ.} Τὰ μέν πως, ὦ Σώκρατες, δοκῶ σου μανθάνειν,
τὰ δὲ ἔτι σαφέστερον δέομαι ἃ λέγεις ἀκοῦσαι.
{ΣΩ.} Σαφὲς μήν, ὦ Πρώταρχε, ἐστὶν ἐν τοῖς γράμ- @1
μασιν ὃ λέγω, καὶ λάμβαν’ αὐτὸ ἐν τούτοις οἷσπερ καὶ
(b.) πεπαίδευσαι.
  {ΠΡΩ.} Πῶς;
  {ΣΩ.} Φωνὴ μὲν ἡμῖν ἐστί που μία διὰ τοῦ στόματος
ἰοῦσα, καὶ ἄπειρος αὖ πλήθει, πάντων τε καὶ ἑκάστου.
  {ΠΡΩ.} Τί μήν; (5)
  {ΣΩ.} Καὶ οὐδὲν ἑτέρῳ γε τούτων ἐσμέν πω σοφοί, οὔτε
ὅτι τὸ ἄπειρον αὐτῆς ἴσμεν οὔθ’ ὅτι τὸ ἕν· ἀλλ’ ὅτι πόσα
τ’ ἐστὶ καὶ ὁποῖα, τοῦτό ἐστι τὸ γραμματικὸν ἕκαστον
ποιοῦν ἡμῶν.
  {ΠΡΩ.} Ἀληθέστατα. (10)
  {ΣΩ.} Καὶ μὴν καὶ τὸ μουσικὸν ὃ τυγχάνει ποιοῦν, τοῦτ’
ἔστι ταὐτόν.
  {ΠΡΩ.} Πῶς;
(c.)   {ΣΩ.} Φωνὴ μέν που καὶ τὸ κατ’ ἐκείνην τὴν τέχνην ἐστὶ
μία ἐν αὐτῇ.
  {ΠΡΩ.} Πῶς δ’ οὔ;
  {ΣΩ.} Δύο δὲ θῶμεν βαρὺ καὶ ὀξύ, καὶ τρίτον ὁμότονον.
ἢ πῶς; (5)
  {ΠΡΩ.} Οὕτως.
  {ΣΩ.} Ἀλλ’ οὔπω σοφὸς ἂν εἴης τὴν μουσικὴν εἰδὼς
ταῦτα μόνα, μὴ δὲ εἰδὼς ὥς γ’ ἔπος εἰπεῖν εἰς ταῦτα
οὐδενὸς ἄξιος ἔσῃ.
  {ΠΡΩ.} Οὐ γὰρ οὖν. (10)
  {ΣΩ.} Ἀλλ’, ὦ φίλε, ἐπειδὰν λάβῃς τὰ διαστήματα ὁπόσα
ἐστὶ τὸν ἀριθμὸν τῆς φωνῆς ὀξύτητός τε πέρι καὶ βαρύτητος,
(d.) καὶ ὁποῖα, καὶ τοὺς ὅρους τῶν διαστημάτων, καὶ τὰ ἐκ τού-
των ὅσα συστήματα γέγονεν—ἃ κατιδόντες οἱ πρόσθεν παρ-
έδοσαν ἡμῖν τοῖς ἑπομένοις ἐκείνοις καλεῖν αὐτὰ ἁρμονίας,
ἔν τε ταῖς κινήσεσιν αὖ τοῦ σώματος ἕτερα τοιαῦτα ἐνόντα @1
πάθη γιγνόμενα, ἃ δὴ δι’ ἀριθμῶν μετρηθέντα δεῖν αὖ φασι (5)
ῥυθμοὺς καὶ μέτρα ἐπονομάζειν, καὶ ἅμα ἐννοεῖν ὡς οὕτω
δεῖ περὶ παντὸς ἑνὸς καὶ πολλῶν σκοπεῖν—ὅταν γὰρ αὐτά
(e.) τε λάβῃς οὕτω, τότε ἐγένου σοφός, ὅταν τε ἄλλο τῶν ἓν
ὁτιοῦν ταύτῃ σκοπούμενος ἕλῃς, οὕτως ἔμφρων περὶ τοῦτο
γέγονας· τὸ δ’ ἄπειρόν σε ἑκάστων καὶ ἐν ἑκάστοις πλῆθος
ἄπειρον ἑκάστοτε ποιεῖ τοῦ φρονεῖν καὶ οὐκ ἐλλόγιμον οὐδ’
ἐνάριθμον, ἅτ’ οὐκ εἰς ἀριθμὸν οὐδένα ἐν οὐδενὶ πώποτε (5)
ἀπιδόντα.
  {ΠΡΩ.} Κάλλιστα, ὦ Φίληβε, ἔμοιγε τὰ νῦν λεγόμενα
εἰρηκέναι φαίνεται Σωκράτης.
18.
(a.)   {ΦΙ.} Κἀμοὶ ταῦτά γε αὐτά· ἀλλὰ τί δή ποτε πρὸς ἡμᾶς ὁ
λόγος οὗτος νῦν εἴρηται καὶ τί ποτε βουλόμενος;
  {ΣΩ.} Ὀρθῶς μέντοι τοῦθ’ ἡμᾶς, ὦ Πρώταρχε, ἠρώτηκε
Φίληβος.
  {ΠΡΩ.} Πάνυ μὲν οὖν, καὶ ἀποκρίνου γε αὐτῷ. (5)
  {ΣΩ.} Δράσω ταῦτα διελθὼν σμικρὸν ἔτι περὶ αὐτῶν τού-
των. ὥσπερ γὰρ ἓν ὁτιοῦν εἴ τίς ποτε λάβοι, τοῦτον, ὥς
φαμεν, οὐκ ἐπ’ ἀπείρου φύσιν δεῖ βλέπειν εὐθὺς ἀλλ’ ἐπί
τινα ἀριθμόν, οὕτω καὶ τὸ ἐναντίον ὅταν τις τὸ ἄπειρον
(b.) ἀναγκασθῇ πρῶτον λαμβάνειν, μὴ ἐπὶ τὸ ἓν εὐθύς, ἀλλ’ [ἐπ’]
ἀριθμὸν αὖ τινα πλῆθος ἕκαστον ἔχοντά τι κατανοεῖν, τελευ-
τᾶν τε ἐκ πάντων εἰς ἕν. πάλιν δὲ ἐν τοῖς γράμμασι τὸ
νῦν λεγόμενον λάβωμεν.
  {ΠΡΩ.} Πῶς; (5)
  {ΣΩ.} Ἐπειδὴ φωνὴν ἄπειρον κατενόησεν εἴτε τις θεὸς
εἴτε καὶ θεῖος ἄνθρωπος—ὡς λόγος ἐν Αἰγύπτῳ Θεῦθ τινα @1
τοῦτον γενέσθαι λέγων, ὃς πρῶτος τὰ φωνήεντα ἐν τῷ
ἀπείρῳ κατενόησεν οὐχ ἓν ὄντα ἀλλὰ πλείω, καὶ πάλιν
(c.) ἕτερα φωνῆς μὲν οὔ, φθόγγου δὲ μετέχοντά τινος, ἀριθμὸν
δέ τινα καὶ τούτων εἶναι, τρίτον δὲ εἶδος γραμμάτων διε-
στήσατο τὰ νῦν λεγόμενα ἄφωνα ἡμῖν· τὸ μετὰ τοῦτο διῄρει
τά τε ἄφθογγα καὶ ἄφωνα μέχρι ἑνὸς ἑκάστου, καὶ τὰ φωνή-
εντα καὶ τὰ μέσα κατὰ τὸν αὐτὸν τρόπον, ἕως ἀριθμὸν αὐτῶν (5)
λαβὼν ἑνί τε ἑκάστῳ καὶ σύμπασι στοιχεῖον ἐπωνόμασε·
καθορῶν δὲ ὡς οὐδεὶς ἡμῶν οὐδ’ ἂν ἓν αὐτὸ καθ’ αὑτὸ ἄνευ
πάντων αὐτῶν μάθοι, τοῦτον τὸν δεσμὸν αὖ λογισάμενος ὡς
(d.) ὄντα ἕνα καὶ πάντα ταῦτα ἕν πως ποιοῦντα μίαν ἐπ’ αὐτοῖς
ὡς οὖσαν γραμματικὴν τέχνην ἐπεφθέγξατο προσειπών.
  {ΦΙ.} Ταῦτ’ ἔτι σαφέστερον ἐκείνων αὐτά γε πρὸς ἄλληλα,
ὦ Πρώταρχε, ἔμαθον· τὸ δ’ αὐτό μοι τοῦ λόγου νῦν τε καὶ
σμικρὸν ἔμπροσθεν ἐλλείπεται. (5).

Sem comentários:

Enviar um comentário

TEMAS DE FILOSOFIA ANTIGA. 3ª SESSÃO. HANDOUT

3ª sessão. Handout. 19 de Feveiro, 2019 Sen. Ep. 58. 6.  Quomodo dicetur ο ὐ σία res necessaria , natura continens fundamentum o...